Περὶ ἐπιδεικτικῶν

Menander, of Laodicea

Menander, Περὶ ἐπιδεικτικῶν, Spengel, Teubner, 1865

1 βασιλικὸς λόγος ἐγκώμιόν ἐστι βασιλέως, οὐκοῦν αὔξησιν ὁμολογουμένην περιέξει τῶν προσόντων ἀγαθῶν βασιλεῖ, οὐδὲν δὲ ἀμφίβολον καὶ ἀμφισβητούμενον ἐπιδέχεται διὰ τὸ ἅπαν ἔνδοξον τὸ πρόσωπον εἶναι, ἀλλʼ ὡς ἐφʼ ὁμολογουμένοις ἀγαθοῖς τὴν ἐργασίαν ποιήσῃ. λήψῃ τοίνυν ἐν τούτῳ τὰ προοίμια δηλονότι ἀπὸ τῆς αὐξήσεως, μέγεθος περιτιθεὶς τῇ ὑποθέσει, ὅτι δυσέφικτος, καὶ ὅτι καθῆκας ἑαυτὸν [*](214) εἰς ἀγῶνα οὐ ῥᾴδιον κατορθωθῆναι λόγῳ, τοὺς ἑαυτοῦ λόγους μακαρίσεις, ὅτι καθῆκον εἰς πεῖραν πραγμάτων, μετʼ ἀγαθῆς καὶ λαμπρᾶς τῆς τύχης, ἧς εἰ λόγοι ἐπιτύχοιεν, μεγίστην ἄρασθαι δυνήσονται δόξαν· ἢ ὅτι ἄτοπόν ἐστι τοσούτων ἀγαθῶν παρὰ βασιλέων πειρωμένους μὴ τὸν πρέποντα καὶ ὀφειλόμενον αὐτοῖς ἔρανον ἀποδιδόναι· ἦ ὅτι δύο τὰ μέγιστα τῶν ὑπαρχόντων ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐστὶν εὐσέβεια περὶ τὸ θεῖον καὶ τιμὴ περὶ τὸν βασιλέα, ἃ προσήκει καὶ θαυμάζειν καὶ ὑμνεῖν κατὰ δύναμιν. δέχεται δὲ τὰ προοίμια τοῦ λόγου καὶ ἐκ παραδειγμάτων ἀορίστων ἀπίστως αὐξήσεις, οἷον ὡς ἂν εἰ λέγοιμεν, ὥσπερ δὲ πελάγους ἀπείρου τοῖς ὀφθαλμοῖς

369
μέτρον οὐκ ἔστι λαβεῖν, οὕτω καὶ βασιλέως εὐφημίαν λόγῳ περιλαβεῖν οὐ ῥᾴδιον. οὐ μόνον δὲ ἐπὶ τοῦ βασιλικοῦ τοῦτο εὕροις ἄν, ἀλλὰ καὶ ἐπὶ πάσης ἐπιδεικτικῆς ὑποθέσεως, καὶ μάλιστα ἐν τοῖς συντόνοις τῶν ἐπιδεικτικῶν. ὥσπερ οὖν τὸ κρεῖττον [*](215) ὕμνοις καὶ ἀρεταῖς ἱλασκόμεθα, οὕτω καὶ βασιλέα λόγοις. ὅταν αὐξήσεως ἕνεκα παραλαμβάνηται, λήψει δὲ δευτέρων προοιμίων ἐννοίας ἢ ἀπὸ Ὁμήροὐ τῆς μεγαλοφωνίας, ὅτι ταύτης μόνης ἐδεῖτο ἡ ὑπόθεσις, ἢ ἀπὸ Ὀρφέως τοῦ Καλλιόπης ἢ ἀπὸ τῶν Μουσῶύ αὐτῶν, ὅτι μόλις ἂν καὶ αὗται πρὸς ἀξίαν τῆς ὑποθέσεως εἰπεῖν ἐδυνήθησαν, ὅμως δὲ οὐδὲν κωλύει καὶ ἡμᾶς ἐγχειρῆσαι πρὸς δύναμιν. ἡ τρίτη δὲ τοῦ προοιμίου ἔννοια, (καθόλου δὲ τούτου μέμνησο τοῦ παραγγέλματος) προκαταρκτικὴ γενέσθω τῶν κεφαλαίων, λοιπὸν ὡς διαποροῦντος τοῦ λέγοντος, ὅθεν χρὴ τὴν ἀρχὴν τῶν ἐγκωμίων ποιήσασθαι.

Μετὰ τὰ προοίμια ἐπὶ τὴν πατρίδα ἥξεις. ἐνταῦθα δὲ διασκέψῃ κατὰ σαυτόν, πότερον ἔνδοξός ἐστιν ἢ οὔ, καὶ πότερον πατρίδος περιβλέπτου καὶ λαμπρᾶς ἢ οἤ. κἂν μὲν ἔνδοξος ἡ πατρὶς τυγχάνῃ, προσθήσεις τὸν περὶ ταύτης λόγον, καὶ πρὸ τοῦ γένους ἐρεῖς, οὐκ ἐνδιατρίβων μὲν εἰς τὸ τοιοῦτον οὐδὲ προχέων ἐνταῦθα πολλοὺς τούς λόγους· οὐ γὰρ ἴδιον τοῦτο μόνου τοῦ βασιλέως τὸ ἐγκώμιον, ἀλλὰ κοινὸν πρὸς πάντας τοὺς οἰκοῦντας τὴν πόλιν· διόπερ [*](216) τὰ μὴ ἀναγκαῖα λυσιτελεῖ παρατρέχειν. ἂν δὲ μὴ ἡ πόλις ἔνδοξος ᾖ, ζητήσεις τὸ ἔθνος ἅπαν, εἰ ἀνδρεῖον ὑπείληπται καὶ ἄλκιμον, εἰ περὶ λόγους ἔχω ἢ κτῆσιν ἀρετῶν, ὡς τὸ Ἑλληνικόν, εἴτε νόμιμον, ὡς τὸ Ἰταλικόν, ἢ ἀνδρεῖον, ὡς τὸ τῶν Γαλατῶν καὶ Παιόνων, καὶ ἀντὶ τῆς πατρίδος ἀπὸ τοῦ ἔθνους λήψῃ

370
βραχέα, προσοικειῶν κἀνταῦθα τοῦ βασιλέως τὸν ἔπαννον καὶ κατασκευάζων, ὅτι ἀναγκοῖον τὸν ἐκ τῆς τοιαύτης πόλεως ἡ τοῦ τοιούτου ἔθνους τοιοῦτον εἶναι, καὶ ὅτι τῶν ὁμοφύλων πάντων ἐπαινετῶν ὄντων αὐτὸς μόνος διήνεγκεν· οὗτος γοῦν καὶ μόνος ἠξιώθη τῆς βασνλείας· εἶτα ἐξ ἱστορίας παραδείγματα, ὅτι πάντων ὄντων ἀνδρείων Θετταλῶν ὁ Πηλέως ἠξιώθη τῆς ἡγεμονίας τοῦ γένους, δηλονότι τῷ πάντων διαφέρειν. ἐὰν δὲ μήτε ἡ πατρὶς μήτε τὸ ἔθνος τυγχάνῃ περίβλεπτον,. [*](217) ἀφήσεις μὲν τοῦτο, θεωρήσεις δὲ πάλιν, πότερον ἔνδοξον αὐτοῦ τὸ γένος ἢ οὔ. κἂν μὲν ἔνδοξον ᾖ, ἐξεργάσῃ τὰ περὶ τούτου, ἐὰν δὲ ἄδοξον ἢ εὐτελές, μεθεὶς καὶ τοῦτο ἀπʼ αὐτοῦ τοῦ βασιλέως τὴν ἀρχὴν ποιήσῃ, ὡς Καλλίνικος ἐποίησεν ἐν τῷ μεγάλῳ βασιλικῷ· ἢ ἄλλως τοιαῦτα περὶ τοῦ γένους ἐρεῖς, ὅτι εἴχομεν εἰπεῖν τι περὶ τοῦ γένους, ἐπεὶ δὲ νικᾷ τὰ τοῦ βασιλέως, σπεύδωμεν ἐπὶ βασιλέα. οἱ μὲν οὖν ἄλλοι γένη κοσμείτωσαν, λεγόντων περὶ αὐτῶν ἃ βούλονται, ἐγὼ δὲ μόνον ἐπαινέσω τοῦτον ἄνευ τοῦ γένους· ἀρκεῖ γὰρ αὐτὸς χωρὶς ἐπεισάκτου τινὸς εὐφημίας ἔξωθεν. ἢ οὕτως· πολλοὶ τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων εἰσί, τῇ δʼ ἀληθείᾳ παρὰ τοῦ θεοῦ πέμπονται καί εἰσιν ἀπόρροιαι ὄντως τοῦ κρείττονος· καὶ γὰρ Ἡρακλῆς ἐνομάζετο μὲν Ἀμφιτρύωνος, τῇ δʼ ἀληθείᾳ ᾖν Διός· οὕτω καὶ βασιλεύς ὁ ἡμέτερος τῇ μὲν δόξῃ ἐξ ἀνθρώπων, τῇ [*](218) δʼ ἀληθείᾳ τὴν καταβολὴν οὐρανόθεν ἔχει. οὐ γὰρ ἂν τοσούτου κτήματος καὶ τοσαύτης ἀξίας ἔτυχε, μὴ οὐχὶ ὡς κρείττων γεγονὼς τῶν τῇδε. ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ γένους ἀφοσιωσάμενος πάλιν ζήτει τὰ περὶ γενέσεως αὐτοῦ τοῦ βασιλέως. εἰδέναι δὲ χρὴ τοῦτο ἀκριβῶς, ὅτις ἐὰν μὲν ἔχωμεν μεθόδῳ τινὶ κρύψαι τὸ ἄδοξον, ὥσπερ ἐπὶ τοῦ γένους εἰρήκαμεν ὅτι, ἐὰν μὴ
371
ὑπάρχῃ τοῦτο ἔνδοξον, ἐρεῖς αὐτὸν ἐκ θεῶν γενέσθαι, καὶ δὴ τοῦτο ποιήσομεν· εἰ δὲ μή, παρελευσόμεθα. οὐκοῦν ἔστω σοι μετὰ τὴν πατρίδα καὶ μετὰ τὸ γένος τρίτον κεφάλαιον τὸ περὶ τῆς γενέσεως, ὡς ἔφαμεν, εἴ τι σύμβολον γέγονε περὶ τὸν τόκον ἢ κατὰ γῆν ἢ κατʼ οὐρανὸν ἢ κατὰ θάλασσαν, καὶ ἀντεξέτασον τοῖς περὶ τὸν Ῥωμύλον καὶ Κῦρον καὶ τοιούτοις τισὶ κατὰ τὴν γένεσιν. καὶ γὰρ κἀκείνοις συνέβη τινὰ θαυμάσια, τῷ μὲν Κύρῳ τὰ τῆς μητρὸς ὀνείρατα, τῷ δὲ τὰ περὶ τὴν λύκαιναν· κὰν μὲν ᾖ τι τοιοῦτον περὶ τὸν βασιλέα, ἐξέργασαι, ἐὰν δὲ οἷόν τε πλάσαι καὶ ποιεῖν τοῦτο πιθανῶς, μὴ κατόκνει· δίδωσι γὰρ ἡ [*](219) ὑπόθεσις διὰ τὸ τοὺς ἀκούοντας ἀνάγκην ἔχειν ἀβασανίστως δέχεσθαι τὰ ἐγκώμια. μετὰ τὴν γένεσιν ἐρεῖς τι καὶ περὶ φύσεως, οἷον ὅτι ἐξέλαμψεν ἐξ ὠδίνων εὐειδὴς τῷ κάλλει καὶ καταλάμπων τὸ φαινόμενον ἀστέρι καλλίστῳ κατʼ οὐρανὸν ἐφάμιλλος. ἑξῆς δὲ κεφάλαιόν ἐστιν ἡ ἀνατροφή, εἰ ἐν βασιλείοις ἀνετράφη, εἰ ἁλουργίδες τὰ σπάργανα, εἰ ἐκ πρώτης βλάστης ἐν βασιλικοῖς ἀνετράφη κόλποις· ἢ οὐχ οὕτως μέν, ἀνελήφθη δὲ εἰς βασιλείαν νέος ὢν ὑπό τινος μοίρας εὐτυχοῦς. κἀνταῦθα θήσεις παραδείγματα ζητήσεις ὅμοια, ἐὰν ᾖ· ἐὰν δὲ μὴ τὴν ἀνατροφὴν ἔνδοξον ἔχῃ, ὡς Ἀχιλλεὺς παρὰ Χείρωνι, ζητήσεις τὴν παιδείαν καὶ ἐνταῦθα προσεπισημαίνων, ὅ τι βούλει. δεῖ δὲ ἐπὶ τοῖς εἰρημένοις καὶ τὴν φύσιν τῆς ψυχῆς αὐτοῦ διεξελθεῖν, ἐν ᾧ ἐρεῖς τὴν φιλομάθειαν, τὴν ὀξύτητα, τὴν περὶ τὰ [*](220) μαθήματα σπουδήν, τὴν ῥᾳδίαν κατάληψιν τῶν διδασκομένων. κἂν μὲν ἐν λόγοις ᾖ καὶ φιλοσοφίᾳ καὶ λόγων γνώσει, τοῦτο ἐπαινέσεις· ἐὰν δʼ ἐν μελέτῃ πολέμων καὶ ὅπλων, τοῦτο θαυμάσεις, ὡς ἀγαθῇ μοίρᾳ γενόμενον προμνηστευσαμένης αὐτῷ τῆς τύχης· καὶ
372
ὅτι ἐν οἷς ἐπαιδεύετο διαφέρων τῶν ἡλίκων ἐφαίνετο, ὡς Ἀχιλλεύς, ὡς Ἡρακλῆς, ὡς οἱ Διόσκουροι. τὰ δὲ ἐπιτηδεύματα χώραν ἐξετάσεως ἔξει, ἐπιτηδεύματα δʼ ἐστὶν ἄνευ ἀγώνων πράξεις ἤθη· καὶ γὰρ τὰ ἐπιτηδεύματα ἤθους ἔμφασιν περιέχει, οἷον ὅτι δίκαιος ἐγένετο ἢ σώφρων ἐν τῇ νεότητι, καθάπερ καὶ Ἰσοκράτης ἐποίησεν ἐν τῷ Εὐαγόρᾳ, ἐν οἷς καὶ μικρὸν προελθὼν εἶπεν, ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ ἄλλα προσεγένετο, ὡς καὶ Ἀριστείδης ἐν τῷ Παναθηναῖκῷ, ὅτι φιλάνθρωπος ἡ πόλις, ὡς ἐπιτήδευμα γὰρ] τοῦτο ἐξήτασεν, ὑποδεχομένη τούς καταφεύγοντας. ἀκολουθεῖ τοίνυν τοῖς [*](221) ἀπιτηδεύμασι λοιπὸν ὁ περὶ τῶν πράξεων λόγος.