Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει.
  2. 102
    [*](5)
  3. Μειλίχιος Κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων
  4. σύν τʼ ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοτργοῦ,
  5. σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον
  6. καὶ φυγάδας τεύχει καὶ ἐνὶ ξενίῃσιν ἀλήτας.
  7. [*](6)
  8. Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος·
  9. ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην,
  10. καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονά τʼ ἀλλοπρόσαλλον ---
  11. [*](7)
  12. Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων
  13. λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν,
  14. εὐπορίην δηλοῖ τε καὶ ὀψίτυχόν τινα πίστιν.
  15. [*](8)
  16. Ἢν δʼ ἐσορῇ Στίλβοντʼ Ἄρης ἐπὶ τέρματος αἴης,
  17. θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν.
  18. [*](9)
  19. Ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης
  20. μὴ καθορῶν Κρονίδην, μηδ’ εὐπλόκαμον Κυθέρειαν.
  21. [*](10)
  22. Οὗτος γὰρ κακός ἐστιν, ὅταν δʼ ἐπίκεντρος ὁδεύων
  23. ὄσσ’ ἀνέχων λεύσσῃ καταλαμπομένην Ἀφροδίτην, ---
  24. [*](11)
  25. Πᾶς ἀστὴρ πέλετʼ ἠὲ πανήμερος ἠὲ πονηρὸς
  26. ἐν γενεῇ· φαῦλος δʼ ὅτε οἱ παλίνορσος ἐπαχθεὶς
  27. εἰς ἰδίην χώρην αὐτὸς κατʼ ἐπέμβασιν ἔλθοι.