Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐν δʼ Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς·
  2. καὶ τούτων δὲ ἕκαστος, ὅτʼ ἂν ἐπίκεντρα τὰ φῶτα,
  3. ἢν δʼ ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα.
  4. [*](3)
  5. Ὡς ὅτʼ ἂν ἐν μεγάλοις τοῖς σχήμασικαλὸν ἀθρήσῃ
  6. ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει,
  7. οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ ἐποίσει
  8. ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος.
  9. [*](4)
  10. Ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν,
  11. νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα·
  12. ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς.
  13. ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὕλῃ
  14. λάβῤ ἐπιγινομένου --- --- καὶ σβέννυται εὐθὺ παῤ ἀκμήν, ---
  15. ἢν δʼ ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται.
  16. τοῦ δὲ Κρόνουτάρβει αἰεὶ κατὰ πάντα τελευτήν·
  17. ψυχρὸς γάρ τε πέλει --- --- τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ
  18. ὄψιμος· εἰ δʼ ἄμφω διʼ ἔριν περὶ κέντρον ἔωσιν,
  19. ἔνθʼ ἀκαταστασίαι καὶ πῆμʼ ἐπὶ πήματι δεινῷ.
  20. ἢν στείχωσι δʼ ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον,
  21. εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν·
  22. θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης,