Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν Μήνην ἐσίδῃ ὕψωμ’ ἀνιοῦσαν ἑαυτῆς,
  2. ὡρονόμου τε κρατῇσι, βραβεὺς τοῦ πνεύματος αὐτός,
  3. τραυλὸν ἐνὶ γλώσσῃ, ἀχαρίστατον εἶδος ἔχοντα,
  4. ταῖς ἀκοῇσι βαρὺν καὶ τοῖς ποσὶν ἠδὲ καὶ ἄρθροις,
  5. ἀστρολόγον πινυτὸν καὶ ῥήτορα καὶ φιλόμουσον,
  6. ῥυθμοῖς καὶ μέτρων ποιήμασιν εὔστοχον ἄνδρα,
  7. σχήμασιν εὐθαρσῆ καὶ χρώμασιν ἀπρονόητον,
  8. πουλύγαμον,τέκνοισιν ἐπώδυνον ἠδὲ πολύτλαν,
  9. εὔμουσον, λιγυρόν, φιλοπαίγμονα τῇ διανοίῃ,
  10. οὗ πόρος ἐστὶ φύσις, ἡ δʼ αὖ φύσις ἐστὶν ὁ δαίμων,
  11. καὶ σοφίῃσι λόγων φυσικῶν βίοτον μεθοδεύων,
  12. ζωῆς καὶ μούσης εὐσύνθετον εἰς τὸ νοῆσαι
  13. ἀνθολόγοισι τροφαῖς ἠδʼ εἰν ἰδίῃσι μελίσσαις.
  14. [*](38)
  15. Εὔσφυρος Ἑρμείης ἢν Ζηνὶ μόνῳ συνοδεύῃ,
  16. εὔπορος ἀκριβής τε φύσει, κυκλῶν τὸ νόμισμα·
  17. σμικρολόγος γὰρ ἐὼν πολλοῖσι τόκοις ἀναβαίνει,
  18. φειδωλός, ψηφών τε φιλάργυρος ἠδὲ δανειστής.
  19. ἐν δὲ τρίταις χώρῃσιν ἀφʼ ὡρονόμοιο τυχήσας
  20. ἀγρευτῆρι λίνῳ ἀνεφέλκεται ἐξ ἁλὸς ἰχθύν.
  21. εἰ δʼ Ἄρην ἐσίδοις θυμούμενον ἐκ διαμέτρου,