Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μοίρης νευροτόμου ἐσφιγμένος ἄκρα σιδήρῳ.
  2. [*](32)
  3. Τὴν Μήνην σκέπτου, εἰ Τιτῇνος ἐνὶ οἴκῳ,
  4. κἢν εὕρῃς τοῦτον φωλευόμενον διάμετρον,
  5. καὶ φυγάδας σὺ νόει καὶ ἀτιμήτους διὰ πάντων.
  6. [*](33)
  7. Αὐξιφαὴς Μήνη θερμὸν διάμετρον Ἄρηα
  8. ἢν προφύγῃ, λίην ψυχρήν τʼ ἀκτῖνα Κρόνοιο,
  9. Ζεὺς δὲ τρίγωνος ἔῃ ἐν σχήματι τῷδέ γε μάρτυς,
  10. τὸν βίον αὐτὸς ἔχων ἢ καὶ καθορῶν διάμετρος,
  11. ἡλικίῃ μὲν πρῶτα μέγαν, περιμήκεα θῆκεν,
  12. ὀφθαλμοῖσι χαρωπὸν ἰδʼ ὀφρύσιν εὖ ἀραρυίαις,
  13. μηχανικὸν σὺ νόει τε πολύτροπον ἢ πολύτλητον,
  14. οἶκον μὲν φθείροντα πατρώιον, ἠδέ τʼ ἀλιτρόν,
  15. ὃς σκεδάσας ὄλβον πενίην δαπάνῃσι διώκει,
  16. 109
  17. τὴν δʼ ἰδίην ἀκμὴν φιλέοντι δίδωσιν ἐραστῇ,
  18. τὴν δʼ ἄλλου ὥρην αὐτὸς ποθέων ἀγαπήσει,
  19. ζηλώσει δούλην δʼ, ἢ ψάλτριαν, ἢ πολύκοινον,
  20. ἐχθροὺς δʼ ἐκπτώσσει, τοῖς κρείττοσιν ἀντιφερίζων,
  21. καὶ πάτρης εἴξει, ἡδʼ ἐν ξείνῃ διατρέψει,
  22. καὶ πλαστῇσι γραφαῖς ἀπελαύνεται ἄλλοσε γαίης
  23. εἰς στεινὸν ζωῆς λύπης μέτα, ταῖς ἐπὶ τέχναις