Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. κληίδων ἀπέρηξε βίῃ συνθλωμένῳ ὀστᾶ.
  2. [*](29)
  3. Μὴ λαθέτω σε Κρόνος ἰσομοιρήσας Ἀφροδίτῃ,
  4. τέκνῳ μὲν τεύχων Πελοπήιον ἠὲ Θυέστην,
  5. ἠὲ καὶ εἰς ἄλλην ἀσεβῆ υἱὸν Ἰοκάστην,
  6. πολλάκι δὲ προγόνους καὶ μητρυιῇσιν ἔμιξεν,
  7. ἠδὲ κασιγνήτοις ἐπάγει ὁμογάστριον εὐνήν.
  8. 108
  9. ἐνθάδε μοι, βασιλεῦ, τῷ σχήματι γίγνεο μάρτυς,
  10. γνωρίζων γενεῇ τοὺς Ἀρσινόης ὑμεναίους.
  11. [*](30)
  12. Χαίρειτοι Τιτὰν μὲν ἐπʼ ἀρσενικοῖσι τόποισιν,
  13. γήθει αὖ Μήνη πάλι θηλυτέροισιν ἐν οἴκοις.
  14. εἰ δʼ ἄμφω τούτους ἐνὶ θηλυτέροισι καθεύροις,
  15. εὐνοῦχον σὺ νόει ταλαπείριον ἠὲ κίναιδον,
  16. ἱστοῖς, ἠλακάταις μιμούμενον ἔργα γυναικῶν.
  17. εἰ δὲ γυναῖκα λάβοις εἰν ἀρσενικοῖσιν ἔχουσαν
  18. Μήνην Ἠέλιόν τε, νόει τὸ σχῆμʼ ὅ τι δηλοῖ·
  19. ἀνδρῶν ἔργα τέλεσσε γυναιξὶ συνευνάζουσα.
  20. [*](31)
  21. Νυκτερινὸς δὲ Κρόνος ὁπόταν ὑπόγειος ὑπάρχῃ,
  22. καὶ δέ τʼ Ἄρην ἐσίδοις γε μεσουρανέοντα ἄνωθεν,
  23. ἁπλώσας παλάμῃσιν ἐπὶ ξύλου ὑψόθι σῶμα
  24. οἰωνοῖσι βορὴν ἐπανιπταμένοις ἐπέδειξεν,