Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δʼ Ἄρης ζώοις ἐπὶ φωλεύουσι τὰ κέντρα
  2. ξυνὰ Ζηνὶ λαχὼν κατίδῃ Κρόνον ὄνθʼ ὑπόγειον,
  3. ῥιζοτόμους τεύχει, παραβαλλομένους, ἐπαοιδούς,
  4. ζητοῦντας θάνατον κακοδαίμονα καὶ μόρον αὔτως
  5. ἀσπίδος αἰνομανοῦς πλατυαύχενος, ἡδʼ ἄῤ ἐχίδνης
  6. διψάδος αἱμοβόρου φοβερὸν θάνατον προκαλοῦντος,
  7. Τανταλικῇ κολάσει ὑπὸ γαμφηλῇσιν ὀδοῦσιν
  8. ἰὸν ἐρευγομένης ἐπιδίψιον ἄσθματι δεινῷ.
  9. εἰ δʼ αὔξουσα τύχῃ μεσσουρανέουσα Σελήνη
  10. καὶ διάμετρος Ἄρης σύν τʼ Ἠελίῳ ὑπόγειος,
  11. φρυγομένων σαρκῶν ὑποτήκεται ἔμπυρος ἀνήρ.
  12. καὶ δύνων Πυρόεις, ὁπότʼ ἂν Κρόνος ὡρονομήσῃ,
  13. σαρκοβόροις θηρσὶν παρέχει γεννώμενον ἄνδρα·
  14. ἢ γὰρ ὑὸς καπρίοιο ὑπέστη λευκὸν ὀδόντα,
  15. ἢ γναμπτοί σφʼ ὄνυχες λαιμὸν διόρυξαν ὄρεσσιν
  16. πορδάλιος στικτῆς ἠὲ βλοσυροῖο λέοντος.
  17. ἡνίκα δʼ ἡ βασίλεια μέση συνέχοιτο Σελήνη
  18. Ἄρεος ἠδὲ Κρόνου συλλαμπομένη ἰσόμοιρος,
  19. τῷ μὲν ἔδωκε βρόχον, τῷ δʼ αὖ βυθόν, ᾧ δὲ μελάθρων
  20. πολλάκις ἢ πτώσεις ἢ χώματα προσκυλίσασα