Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει,
  2. ἄλλῳ δʼ ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ,
  3. ᾧ δʼ ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν,
  4. ἄλλῳ δʼ ἁρμονίην χαλκώματα πληκτὰ παρέξει.
  5. ἀλλʼ ὅτʼ ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ,
  6. Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ
  7. αἰόλλειν μορφὰς χρώμασι τῇδέ γʼ ἔδωκεν
  8. ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ.
  9. ἢν δʼ ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη,
  10. ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως
  11. ἱπταμένων πώλων τετράζυγον ἅρμα διώκων,
  12. καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων.
  13. ἢν δὲ Σεληναίη ὕψωμ’ ἀνιοῦσα σὺν Ἑρμῇ
  14. αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην,
  15. ἰξῷ χρησαμένην τέχνην καλάμοις τʼ ἀναφαίνει,
  16. καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει.
  17. Ἄρεα δʼ εἰ γνοίης ἀκρονύκτιον ὀβριμοεργόν,
  18. καὶ σὺν τῷδε Κρόνον τε καὶ Ἑρμείην παρεόντα,
  19. 107
  20. ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ
  21. μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν.