Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. γίνεται, ἔκπληκτός τε, σεληνάζων τε νόοιο,
  2. καὶ μανίης ἀνάμεστος· ἐπὴν κατὰ γῆς δὲ φέρηται,
  3. [*](83)
  4. δυστυχίῃ τʼ ἐπίφοιτος ἰδʼ ἐν σινέεσσι πεπληθώς·
  5. [*](82)
  6. ἢν δὲ μετʼ ἀντολίην μέσον οὐρανὸν ἀμφιθοάζῃ,
  7. παμπλούτους τε τίθησι καὶ ἐντρυφέας καὶ ἐπόλβους,
  8. θηλυνόους δὲ τρόποισι καὶ εὐτρέπτους καὶ ἀπρήκτους·
  9. δύνοντος δʼ ἄστροιο Σεληναίης ὁ λοχευθεὶς
  10. ἔσσεται ἐμπορίης ἐμπείραμος, ἔργα τε πλαγκτὰ
  11. ναυκλήρου βιοτήν θʼ αἱρήσεται, ἐν ξενίῃ τε
  12. τὸ πλεῖστον ζωῆς --- --- τε διευθύνων βιοτεύσει —
  13. πουλυπλανὴς γὰρ ἕλιξ Μήνης κερατώπιδος αἰεὶ
  14. λοξὰ ταλαντεύουσα — μένει δʼ ἀντλούμενος ὄλβῳ.
  15. Ἠελίου δʼ ἀκάμαντος ἐπὴν πυριμάρμαρος ἀστὴρ
  16. εἰς μέσον οὐρανίης προφανῇ πυριλαμπέος αἴθρης,
  17. ἢ γονίμῃ ὥρῃ πανεπίσκοπα φέγγεα βάλλῃ,
  18. Τοξότεω κατὰ χῶρον ἰδʼ εὐστέρνοιο Λέοντος
  19. Κριοῦ τʼ εὐκεράοιο, καὶ ἐν Διδύμοισι φαανθείς,
  20. 66
  21. ζωιδίοις ἰδίοισιν, ἐς ἡγεμονηίδας ἀρχὰς
  22. ἵξεσθαι καὶ σκῆπτρα βροτοῖς βασιλήια φράζει,
  23. πλοῦτόν τʼ ὀλβήεντα δόμους τʼ εὐδαίμονας ἔρδει·