Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ καὶ λυσσαλέῃ μανίῃ δεδαμασμένον αἰεί,
  2. φαρμακτόν, νοσόθυμον, ἀεὶ θανάτοιο πάρεδρον·
  3. πᾶσα βροτῶν ψυχὴ γάρ, ἐπὴν τάγε κοινὰ βίοιο
  4. μὴ φρονέῃ κατὰ θυμὸν ἀναισθήτῳ τε παλαίῃ
  5. δυσκρασίῃ, προτέθνηκε, καὶ ἢν φάος ὄμμασιλεύσσῃ·
  6. ψυχὴ γὰρ μερόπων ἀμαθὴς νεκύεσσιν ὁμοίη.
  7. [*](55)
  8. ἢν δὲ Σεληναίη κατέχῃ πάμμηνα κέλευθα
  9. σύνδεσμόν τε Κρόνοιο, σεληνιόωντα φανείη
  10. φῦλα βροτῶν τάδε πάμπαν, ἰδ᾿ εἰδώλοισιν ὅμοια,
  11. καὶ κραδίῃ θεόληπτα, καὶ ἀκρατέοντι λογισμῷ
  12. ἔνσοφα, πάντα δʼ ἄβουλα κατʼ ἀνθρώπους προλέγοντα
  13. φοιβητοῖς μύθοισιν ἀποφθεγκτήρια κρυπτὰ
  14. ἐσσομένων ἔργων τε βίου ζωῆς τε κελεύθων.
  15. [*](56)
  16. ἢν δὲ καὶ αἰθαλόεις ἀστὴρ σὺν τοῖσι φανείη
  17. Ἄρεος ἐν κύκλοισι θοοῦ δινήματι κόσμου,
  18. φάσμασι δαιμονίοισι συναντήσουσιν ἐκεῖνοι,
  19. 82
  20. ψυχῇ δερκόμενοι νεκροειδῆ, νερτερόμορφα,
  21. ἔν τε καταγγελίῃσι θεῶν μηνύμασί τʼ αἰεὶ
  22. ὀξύφοβοι λυπρὸν βιότου τέλος ἀθρήσουσιν,
  23. εἰδώλων στονόεντα τύπον διὰ παντὸς ὁρῶντες,