Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες
  2. ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης,
  3. πουλυπλανεῖς, ξενῖης, ἐπιβήτορας ἄνδρας ἔσεσθαι
  4. αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης,
  5. καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας
  6. ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματʼ ἔχοντας,
  7. 81
  8. εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας,
  9. οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων.
  10. [*](53)
  11. ὁππότε δʼ ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν
  12. ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἱ τότʼ ἔσονται
  13. τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων,
  14. πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι,
  15. οὐ μίαν εἰς ἀτραπὸν βιότου δρόμον ἐκνεύοντες,
  16. ἄλλοτε δʼ ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες,
  17. πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδους τε πορισμῶν,
  18. ἐκ δʼ ἐνύδρων μόχθων τε καὶ ἐκ παράλοιο διαίτης
  19. δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες,
  20. δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες.
  21. [*](54)
  22. Μήνης δʼ ελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης
  23. ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετʼ ἀμυδρόν,