Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τούτῳ δʼ εὖτʼ ἂν Ἄρης μίγδηνἰκέλῃσι πορείαις
  2. σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους,
  3. νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀυτεῖ
  4. ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλʼ ἔχοντας.
  5. [*](49)
  6. θηλυγενεῖς δὲ γυναῖκες, ἐπὴν Κρόνος ὡρονομήσῃ,
  7. φύσονται λαμπραί, βαθυχρήμονες, ὀλβομέλαθροι,
  8. ἀξιοπιστοσύνῃ μεμελημέναι, ἀλλὰ πρὸς ἄνδρας
  9. παγκοίνως ζήσουσιν ἐπίψογα, νύκτας ἄγουσαι
  10. ἀλλοτρίοις θαλάμοις, κέρδει βίον ἰθύνουσαι.
  11. [*](P)[*](50)
  12. Ἠέλιος δʼ ἀκάμας, πυρόεν σέλας, ἡνίκʼ ἂν ἔλθῃ
  13. ἀρσενικοῖς ζώοισι κατʼ αἰθέρος ἠερόπλαγκτον
  14. ζωφορίην, θήλεια δʼ ἔχῃ νεολαμπέα Μήνην,
  15. τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι
  16. ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματʼ ἔχοντες,
  17. εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι,
  18. δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι.
  19. [*](51)
  20. ἢν δέ τʼ ἐναλλάξωσι, Σεληναίη μὲν ἐπʼ ἄρσεν,
  21. Ἠέλιος δʼ ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις,
  22. νωχελέες τε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι,
  23. πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες.