Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δʼ ἐπὶ δυομένῳ κατὰ γῆς ἀπὸ τέρμονος αἴθρης
  2. Στίλβων ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ
  3. ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας
  4. ἐκφύσει, θυρέτρων ἐπανοίκτορας ὀθνειάων,
  5. κλεπτῆρας φαύλους, νυκτοπλανέας τε λαθραίους·
  6. οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις
  7. [*](I 313) εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά,
  8. εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἁλυσηδόν,
  9. ἔν τε βιαιοτάτῳ θανάτῳ βίον ἐκλείψουσιν,
  10. ἢ φονίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν,
  11. ἢ βρόχον ἀλγινόεντα διʼ αὐχένος ἐκδήσαντες
  12. πνεῦμα λυγρὸν λείψουσι πικρῆς Μοίρης ὑπʼ ἀνάγκῃ.
  13. [*](O)[*](46)
  14. Κύπρις δʼ ἀφρογένεια βροτῶν ὡροσκόπα φέγγη
  15. δερκομένη, θήσει μὲν ἐν εἰλαπίναις φιλομούσους,
  16. ἡδυπότας, θιάσων κωμάστορας, ἔκ τε γυναικῶν
  17. ὀθνείων στοργῇσι κεκασμένα φίλτρα φέροντας,
  18. μοιχείας τ᾿ ἀγαπῶντας, ἑν αἷς ὕβρις, οὐ κύπρις ἄρχει.
  19. 80
    [*](47)
  20. Ζεὺς δʼ ὁπότʼ ἂν φαέθων ὡροσκόπον ὄμμα τιταίνῃ,
  21. εὐμόρφους τε τίθησι καὶ εὐτυχέας καὶ ἐπόλβους,
  22. ἔν τʼ ἀρχαῖς πλειστῇσι πάτρης τὰ βέβαια φρονοῦντας.