Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Οὐρανίδου δὲ Κρόνοιο θεωροσύνην ἐπέχοντος,
  2. θηλυγενὴς διδύμων ἔσται τόκος ἄρσενος ἐκτός·
  3. ἐν κακοδαιμοσύνῃ δʼ Ἄρεος κατεναντία Μήνης
  4. μαρμαρυγὰς φαίνοντος, ὁ τικτόμενος τότε θνητῶν
  5. σῶμα περισσομελὴς τεχθήσεται, ἔκμετρα γυῖα
  6. πὰρ φύσιν ἡμερίην δεικνὺς μερόπεσσιν ἀθρῆσαι.
  7. [*](N)[*](43)
  8. Ὁππότε δʼ εἰν ἀγαθοῖσι τόποις στείχωσι κατʼ αἴθρην
  9. Ἄρης πυρσοτόκος θʼ εἱλιξόπορός τε Σελήνη,
  10. 79
  11. τεύχουσιν σοβαροὺς πολυίστορας ἄνδρας ὑπουργούς,
  12. ἡγεμόνων φιλίῃσι γεγηθότας, ἀμφὶ δὲ μισθῷ
  13. πουλυπλανεῖς ξενίῃσιν ἀρήια λήματʼ ἔχοντας,
  14. καὶ πάσης στρατιῆς ἐπιβήτορας ἐν προκοπῇσιν.
  15. [*](44)
  16. ἢν δὲ Κρόνου βλαβεραυγὲς ἐς Ἄρεα φέγγος ἀθρήσῃ,
  17. δισσὰ δʼ ἐναντιόωντα φανῇ σελαγίσματα τῶνδε,
  18. τῆμος ὅσοις γενεὴ μεροπήιος ἄρχεται ἀνδρῶν,
  19. ἐν κακοδαιμοσύνῃ καματώδεϊ πᾶσα βιώσει,
  20. νουσομελεῖς τεύχουσα βροτούς, ὀδύνῃσι συνήθεις,
  21. κινδύνων βλαβερῶν τε δυσεκφεύκτων τε παρέδρους.
  22. [*](45)
  23. Μήνη δʼ ἀμφίκερως σκολιόδρομος ἡνίκʼ ἂν ὀφθῇ
  24. Ἄρεος εἰς τετράγωνα πόλου λοξεύματα βᾶσα,