Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ αὐτοδίδακτα τέχνῃσιν
  2. θαύματα δαιδάλλοντας, ἐν ἀλκήεντί τε θυμῷ
  3. ἐργοπόνους παλάμῃσι καὶ ἁδροτάτους καὶ ἀρίστους
  4. ἀχθοφόρους, καμάτων τε πόνους εἰς τέρψιν ἄγοντας.
  5. [*](41)
  6. τούτοις δʼ Ἑρμείας φαύλοις ἐν σχήμασιν ὀφθεὶς
  7. μυθολόγους τεύχει τε καὶ αἰσχεορήμονας ἄνδρας,
  8. μωρολόγους, χλεύης θʼ ἡγήτορας, ὑβριγέλωτας,
  9. ἔν τʼ ἀρεταλογίῃ μυθεύματα ποικίλʼ ἔχοντας,
  10. ψηφάων παίκτας τε καὶ ἐξ ὄχλοιο πορισμῶν
  11. βομβηδὸν ζώοντας, ἀλήμονας ἧς χθονὸς αἰεί.
  12. [*](M)[*](42)
  13. Ἢν δὲ Κύπρις Μήνη τε σὺν Ἠελίῳ τε καὶ Ἑρνῇ
  14. μάρτυρες ἀλλήλων μέσον οὐρανὸν ἀμφιπολῶσιν,
  15. ἡδʼ ἐν ζωιδίοισι διμορφώτοισι πέλωνται,
  16. Ἰχθύσιν ἢ Διδύμοισι συνωρίζουσι κατʼ αἴθρην,
  17. Τοξότεω κατὰ κύκλον ἢ ἐς σταχυηφόρον ἁγνὴν
  18. Παρθενικήν, τῆμος διδυματόκα φύσεται ἀνδρῶν
  19. σώματα καὶ τριδύμων παίδων θαυμαστὰ γένεθλα·
  20. κἢν μὲν Ζληνὶ Κύπρις κατὰ φῶς ἰσόμοιρον ἐνεχθῇ,
  21. ἄρσενες ἔσσονται δισσοὶ γένει, ἄμμιγα δʼ αὐτοῖς
  22. κούρη ἀπʼ ὠδίνων τεχθήσεται ἐσχατόωσα·