Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἠέλιος δʼ ἀκάμας ὁπότʼ ἂν Κύπριν Ἄρεϊ κοινῶς
  2. ἀκτινηβολίῃσι πυριβλήτοισι καταθρῇ,
  3. γνάπτορας εὐσήμων πέπλων, καὶ τεύκτορας αὐτῶν
  4. ἱστοπόνους ἔσσεσθαι, ἰδὲ σμητῆρας ἀρίστους
  5. πρηκτῆράς τʼ ἀγεληδὸν ἀλωομένους διὰ παντός.
  6. [*](38)
  7. Ἑρμάων δʼ ὁπότʼ ἂν Δία καὶ Κρόνον ἀγκυλομήτην
  8. ἀκτῖσι στίλβουσι φλογὸς λαμπτῆρσι πελάζῃ,
  9. νηοπόλους ἱερῆας, ἰδὲ ζακόρους θεοσέπτους,
  10. γραμματέας, τεμενῶν τε προφήτορας ἂνδρας ἀυτεῖ
  11. μυστιπόλους, ἱερῶν τε προϊσταμένους στεφανηδὸν
  12. ἔσσεσθαι σηκῶν τε νεωκορίῃσι μέλοντας.
  13. [*](39)
  14. ὁππότε δʼ ἂν Κυθέρειαν ἐν ἀκτίνεσσι βολαυγῇ,
  15. Ἄρεά τʼ οὖ πυρόεντα βραδὺς Κρόνος, οἱ τότε φύντες
  16. γειοπόνοι ζήσουσι φυτοσπορίας ἀγαπῶντες
  17. ὀθνείης χώρης τε καὶ οἰκείης διὰ παντός·
  18. λήψονται δὲ λέχη δίχα γράμματος, οὐχὶ νόμοισιν,
  19. ἐκ μετεωροσύνης δὲ συναντήσαντες ὁμεύνοις.
  20. [*](40)
  21. Κύπριν δʼ ἀφρογένειαν ἑλιξοπόρον τε Σελήνην
  22. πυρσοβόλοις ἀκτῖσι βαλὼν τευχεσφόρος Ἄρης
  23. μηχανικοὺς τεύχει τε καὶ ὀργανοπήκτορας ἄνδρας,