Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. χείματος ὀρνυμένου βίοτον λείψουσι διʼ ἅλμης,
  2. νηχόμενοι Μοίραις βαιὸν χρόνον ἐν πελάγεσσιν.
  3. [*](K)[*](34)
  4. Παμφαίνων δʼ ἀστὴρ ὁπότʼ ἂν πολιοῖο Κρόνοιο
  5. Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ᾖ ἰσόμοιρος,
  6. τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον
  7. μητέρος εἰς Ἀίδην πέμψει νεκυοστόλος Αἶσα,
  8. κτήματά τʼ ἐξολέσει πατρώια καὶ πολὺν ὄλβον·
  9. καὶ δὲ κασιγνήτων θανάτους ὁρόωσι προόντων,
  10. πλοῦτον δʼ ἐκ θανάτων πολλῶν μέγαν αὐξήσουσιν.
  11. [*](35)
  12. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ
  13. φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται
  14. καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς ἵξετʼ ἐς Ἅιθην,
  15. ἠὲ μογοστοκίῃ δεδαιγμένη, ἢ διὰ νούσου
  16. 77
  17. ἀμβλωσμοῦ θʼ, ἃ γυναιξὶ φύσις κρύφιμιʼ ἄλγε’ ἔδωκεν.
  18. [*](36)
  19. Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείαντε καὶ ἱμερτὴν Ἀφροδίτην
  20. ἀκτῖσιν φαέθουσι βάλῃ λαμπραυγέσι κόσμου,
  21. αὐτοκασιγνήτας ῥέζει κείνοισι βροτοῖσιν
  22. νύμφας συγγενικάς τε, λοχεύονται δʼ ἀπὸ τούτων
  23. ἄνδρες παιδείης ἡγήτορες, ἔν τε καθέδραις
  24. γραμματικαῖς δήμοιο βίον διαποιμαίνοντες.