Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ διάμετρα φανῇ πλαγκτῷ κόσμοιο πορείῃ
  2. πάμπαν ἐς ἐκθεσίην βρεφέων γένος ἔσσυτʼ ἐκείνων,
  3. ὧν γένεσις πρὸς μητρὸς ἐλέγχεται ἀνδράσι δούλη,
  4. ἐκ γενέτου δὲ πέφυκεν ἐλεύθερα δεσποσυνάων.
  5. [*](29)
  6. ἢν δὲ Κύ πριςτούτοις προσμαρτυρέουσα γένηται,
  7. 76
  8. ἥσσονες ἐκ πατέρων μητρὸς θαλέθουσι λοχείαις.
  9. [*](30)
  10. ἦμος δʼ Ἑρμείας Ζηνὸς φαέεσσʼ ἰσόμοιρον
  11. ὁρμήσῃ, τῆμος μὲν ὁ φυόμενος θηητῶν
  12. σεμνοτάτων γονέων ὀφθήσεται, οὗ πατρὶ μήτηρ
  13. παρθένος εἰς θαλάμους ζευχθήσεται ἀνδρὸς ἄπειρος,
  14. [*](31 — — — — — —)
  15. ἔσσεται ἐν γενέθλῃσι φάος σπανάδελφον ἐσαθρῶν.
  16. [*](32)
  17. σχῆμα δʼ Ἄρευς ἐπὶ τοῖσιν ὅτʼ ἄν πυριμάρμαρος ἀστὴρ
  18. Κύπριδι συννεύσῃ, ἔτι καὶ Κρόνου εἰσορόωντος,
  19. ἢ μετὰ χηρείην μήτηρ πατρὶ τοῦδε συνήξει,
  20. ἢ διὰ μοιχοσύνην δολοεργέα νυμφευθεῖσα.
  21. [*](I 33)
  22. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν
  23. ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο,
  24. ναυσιβάτας φαίνει καὶ ἐν ὕδασι νήκτορας ἄνδρας
  25. ἔσσεσθαι, σκαφέων τε κυβερνητῆρας ἀύπνους,
  26. πρωτάρχας τε νεῶν, οἳ πολλάκι ναυφθορίῃσιν