Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι
  2. δεσποτίδες μεγάλων τε βίων μελάθρων τε φανοῦνται.
  3. [*](26)
  4. τὸν συνετὸν κατιδών διὰ τετράδος ὅβριμος Ἄρης
  5. οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δʼ ἐπὶ πᾶσιν ὀρίνει,
  6. σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματά τʼ ἡδʼ ἐπαγωγάς·
  7. καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες.
  8. [*](H)[*](27)
  9. Αἰθαλόεις δʼ ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην
  10. φεγγοβολῶν ἰσόμοιρa κατʼ Οὐλύμποιο κέλευθα
  11. ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον
  12. θηλυτέρων βρεφέων τε καὶ ἀρσενικῶν βίον ἕλκει·
  13. οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε,
  14. ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖς θʼ ὑποβάλλετʼ ὀθνείαις·
  15. κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει
  16. λατρείης πονόεντα· Διὸς δʼ ἐπιδερκομένοιο,
  17. ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων,
  18. συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν,
  19. σὺν δὲ διωνυμίῃ τε καὶ ἐν διποληίδι φήμῃ
  20. ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν,
  21. χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων.
  22. [*](28)
  23. αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ,