Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ζωροπότας οἴνου, μεθυχάρμονας, εἰλαπινουργούς,
  2. δαιτυμόνας θιάσοισιν ἀεικώμους, ἀκολάστους,
  3. ἤματα νύκτας ἄγοντας ὕπνῳ μετακοσμηθέντα·
  4. πρὸς τούτοις δʼ ἔτι πουλὺ κακώτερα βλαστήσουσιν,
  5. πλαστοκόμαι, νομίμων λεχέων κλεπτῆρες ἄθεσμοι,
  6. μοιχευταὶ μυρόεντες ἀεί, νεομορφοτύπωτοι,
  7. μάστροπά τʼ ἔργα πελοῦντες, ἀεὶ κακίῃσι γυναικῶν
  8. σύμβουλοι, δόλιοι, κακομήστορες, αἰσχροδιδάκται,
  9. ἴδμονες ὧν ἄλοχοι θαλάμους πωλοῦσι συνεύνων.
  10. [*](19)
  11. ὁππότε δʼ ἄν τούτοισι Κρόνου βλαβεραυγέος ἀστὴρ
  12. συννεύῃ κατὰ χῶρον ἀνοικείοισι κελεύθοις,
  13. παμπαθέας, στομάτεσσιν ὀπυιομένους, γονοπώτας,
  14. μήδεα μασθὸν ἔχοντας, ἀναστροφίῃ τʼ ἐφυβρίστους
  15. ἐκφαίνει φύσεσθαι, ἑταιροτρόφους τε γόητας,
  16. πορνοσύνης ἀκρατοῦς σημάντορας, αἰσχεοκερδεῖς,
  17. ἔχθιστον μυσαρὸν μεμαχλευμένον ἦτορ ἔχοντας,
  18. παμψέκτους, ἀπόφωλα βίου μυσαρωπὰ γένεθλα.
  19. [*](20)
  20. φαινούσαις δʼ ἀκτῖσιν ὅτʼ ἂν Κρόνος εἰς Ἀφροδίτην
  21. λαμπάζῃ, σελάεσσι φλογὸς βαρυβάμοκος ὁλκῷ,
  22. Ἄρης δʼ αἰθαλόεις παρέῃ σὺν τοῖσι διωγμοῖς,