Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μιμοβίους, χλεύης τʼ ἐπιβήτορας, ὑβριγέλωτας,
  2. ἐν ξείνῃ γήρως ἐπιβήτορας, ὀθνιοτύμβους,
  3. ὄρνεα γῆς, πόλιος πάσης ἀπόλιστα γένεθλα,
  4. μωρόφρονας, λιτούς, ἀσχήμονας, αἰσχρογέλωτας,
  5. κρατοπαλεῖς, ἀχίτωνας, ἀεὶ κορυφῇσι φαλακρούς,
  6. ὧν ὁ βίος χλεύῃ τέχνην ἀπεμάξαθʼ ἑτοίμην.
  7. [*](16)
  8. ἢν δὲ σὺν Ἠελίῳ τε καὶ Ἄρεϊ καὶ Κύπρις ὀφθῇ,
  9. σχοινοβάτας τεύχει, καλοβάμονας, ὑψόθεν εἰς γῆν
  10. γειτονίῃ θανάτοιο καταρριπτοῦντας ἑαυτούς,
  11. ὧν ὁ πόρος μόρος ἐστίν, ἐπὴν εἰς σφάλματα νεύσῃ.
  12. [*](17)
  13. τούτοις δʼ ἄμμιγα πᾶσι Κρόνου συναλώμενος ἀστὴρ
  14. τειχοδόμους τε τίθησι, καὶ εὐτόλμους κεραμουργοὺς
  15. πηλαίης πλίνθου τε καὶ εὐτοίχων κανονισμῶν
  16. θριγκῶν τʼ εὐθυντῆρας, ἀεὶ καμάτοισι συνήθεις.
  17. [*](18)
  18. ἢν δʼ ἰσόμοιρα κέλευθα Κυθηριὰς Ἄρεϊ βαίνῃ,
  19. 73
  20. ἠὲ τρίγωνος ἐοῦσα κατʼ ἔμβασιν ἢ τετράγωνος,
  21. ἢ διαμετρήσῃ φάος ἄπλετον ἀστέρι κείνῳ,
  22. ἄμφω δʼ αὖτε τὸν αὐτὸν ἄμα θρώσκωσι τυχόντες
  23. δωδεκατημορίων ἑλικὸν δρόμον αἰθροδόνητον,
  24. τηνίκα τοὺς τεχθέντας ἀναγγέλλουσιν ἔσεσθαι