Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον,
  2. ἠὲ κατʼ ἰχθυόεντα βορειοτάτην τε χορείην,
  3. ἔνθα τε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέων τε,
  4. ἰχθυοθηρευτάς τε καὶ ἰξοβόλους δολοεργούς,
  5. τοξελκεῖς τε τίθησι, καὶ ὀρνίθων τροφοποιούς,
  6. θηροδιδασκαλίης τʼ ἐπιβήτορας ἡμεροέσσης,
  7. οἷς ἀγρίη γενεὴ τιθασῷ πρηύνετʼ ἀγωγῇ,
  8. κτηνῶν δʼ ἀγρονόμων σημάντορας ἐμβασικοίτους·
  9. τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλʼ ἐπίμοχθος.
  10. [*](13)
  11. αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων
  12. δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν
  13. ἀχθοφόρους ὑδρέας τε καθαρτῆράς τε κελεύθων
  14. ἀμφοδικῶν, οἰκτρούς τʼ ἀμαρησκαπτῆρας ἔσεσθαι
  15. ἀγγέλλει, λουτρῶν τε καθαρτῆρας βαλανείων,
  16. ἔν τε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει
  17. καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν·
  18. πρὸς δʼ ἔτι φύσονται τούτοις καρποσπόροι ἂνδρες,
  19. ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες,
  20. ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἡδʼ ἐπίμοχθοι
  21. ὀνθολόγοι, γαίης τε μεταλλευταὶ καὶ ὑπουργοὶ