Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ζωίδιʼ, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας·
  2. 'Υδρχόος, ταμίης νεφελώδεος Οὐλύμποιο,
  3. Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ,
  4. Κριὸς ὅ τʼ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή,
  5. καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν,
  6. τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος·
  7. οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις.
  8. ἢν δέ τʼ ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης
  9. φυομένοις θνητοῖς μέσον οὐρανὸν αἰθερολάμπῃ,
  10. ἢ κείνην ὥρην πανεπίσκοπον ἀμφιπολεύῃ,
  11. παμβλαβέας ῥέζει τε καὶ ἀκτεάνους καὶ ἀδόξους,
  12. ἐνδεέας ζωῆς καὶ ἐφημερίης βιότητος,
  13. καὶ πάσης λύμης ἐπιβήτορας οἰκτρομελάθρους
  14. τεύχει, καὶ λύπης καὶ ἀλημοσύνης μετέχοντας.
  15. Ζεὺς δʼ ἐπὶ γεινομένοισιν ὅτʼ ἂν κυδοσκόπον ὥρην
  16. εἰσλεύσσῃ φαέθοντι πυρὸς θερμοῖο σελασμῷ,
  17. ἢ μέσον οὐρανίης ἀτραποῦ δρόμῳ ἠέρα τέμνῃ,
  18. ἠδὲ κατʼ οἰκείων προφανῇ δεσπόσμασι μοιρῶν,
  19. χρυσοστέπτορας ἄνδρας ἢ ἀρχιερῆας ἀυτεῖ
  20. 64
  21. ἔσσεσθαι, πολέμῳ τε διιθυντῆρας ἀέθλων,