Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἔν τε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις.
  2. [*](9)
  3. Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ,
  4. πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους
  5. ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ
  6. θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας.
  7. [*](E)
  8. Ταῦτα μὲν ὡράων σκεπτήρια· νῦν δέ με χρειὼ
  9. ἀκτινη βολίας ὁρίων τʼ αἰθωπὰ κέλευθα
  10. δωδεκατημορίων τʼ ἄστρων κυκλόεσσαν ἐνισπεῖν
  11. Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναι τε βροτοῖσιν
  12. κλωστὴν ἐκπληροῦσι βίου θνητοῖο πορείην.
  13. [*](F 1)
  14. Πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνἴκα καὶ Ζεὺς
  15. εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ,
  16. ἠὲ κατʼ οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ
  17. Ἄρεος, ἀθλητῆρας ἀελλόποδάς τε προφαίνει
  18. στερροτάτους τʼ ἔσσεσθαι, ἰδʼ ἐν νίκαις ἱερῇσιν
  19. στέμματα μυριόδοξα --- --- καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις.
  20. [*](2)
  21. ἄμφω δʼ ἤν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ
  22. εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ,
  23. 69
  24. ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους
  25. παιδοτρίβας δείκνυσι διδασκαλίης τε παρέδρους.