Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦοʼ Ἀφροδίτη
  2. ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
  3. ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
  4. ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις.
  5. 67
    [*](3)
  6. Ὁππότε δʼ ἂν σκοπιὴν ὡ ροσκόπον ὠδίνεσσιν
  7. Ἑρμείας κατάγῃ, τῷ δʼ ᾖ Κυθέρη ἐπίφοιτος,
  8. δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσι κρατίστους
  9. ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους,
  10. ἔν τε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους,
  11. ἔν τε λιθογλυφίῃσι θεῶν νηῶν τε θεμέθλοις.
  12. [*](4)
  13. Ζεὺς δʼ ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς
  14. ἡνίκʼ ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ
  15. οὐρανὸν ἐν καθύγρῳ ---
  16. ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ,
  17. ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις, 
  18. ναυκλήρου τέχνας θʼ αἱρήσεται, ἐν χρέεσίν τε
  19. ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίην τε
  20. κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δʼ αὐτῷ
  21. ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔν τε γυναιξίν.
  22. [*](5)
  23. Ἑρμῆς δʼ οἰκείως ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ,