Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐκτὸς δʼ οἰκ είων μοιρῶν γενέθλῃσιν ἐφεστὼς
  2. πλουτοτόκος κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει
  3. καὶ βιοτὴν πλήθουσαν ἀλύπητόν τε δίαιταν,
  4. ἀρχὰς δʼ οὐκ ἄξει βασιληίδας οὐδὲ θρονισμούς,
  5. ἡσυχίῃ δʼ ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει,
  6. ἀβλαβέας τʼ, σἴκων τε διευθυντῆρας ἐν ὄλβῳ.
  7. [*](C)
  8. Ὧδε μὲν ἀπλανέων τε πλανητάων τε κέλευθα
  9. ῥομβηδὸν περὶ κόσμον ἀματροχιῇ πεφόρηται.
  10. Ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης.
  11. [*](D 1)
  12. Ἡνίκʼ ἂν ὡ ράωνπανετίσκοπα φέγγεα Μήνης
  13. φυομένοις μερόπεσσιν ἀνʼ οὐρανὸν αὐγάζηται,
  14. ἀστὴρ δʼ εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ,
  15. ἐνσινέας τε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους,
  16. καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνους τε·
  17. πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ.
  18. [*](2)
  19. Ἤνδέτʼ ἀνοικείοισι τόποις ὡ ροσκόπον Ἄρης
  20. φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν,
  21. χωλόποδας τεύχει τε καὶ ἀσθενέας καὶ ἀώρους,
  22. νῶτά τε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους,
  23. καὶ παναγεῖς, ὄλβου τε ποθήτορας ἀλλοτρίοιο·