Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀστὴρ σὺν Παρί ῃ ἢ καὶ διάμετρος ὁρῷτο
  2. ἢ τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο.
  3. εἰ δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη
  4. ἢ Τιτῆνʼ, ἕτερον δὲ φάος Πυρόεις καθορῆται,
  5. δμώων ἀμφοτέρων τοκέων φράσσαιο γεγῶτα.
  6. καὶ δὲ καὶ ὁππότʼ ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη,
  7. ἄλλῳ δʼ αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο,
  8. νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι,
  9. δουλοσύνης ζυγὸν αἰὲν ἐπʼ αὐχέσιν οἷσι φέρουσιν.
  10. εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέ τʼ ἀπʼ αὐτοῦ
  11. ἅρμʼ ἐλάοι, κατόπισθε δʼ ἐπαντέλλοντι συνάπτοι,
  12. 61
  13. ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπʼ αὐγαῖς
  14. δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν.
  15. ὁππότε δʼ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη
  16. εὐεργῶν μηδʼ ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων,
  17. οἱ δʼ ὀλοοὶ Φαίνων τε καὶ Ἄρης ἠὲ καθʼ ὥρης·
  18. ἐμβεβαῶτες ὁρῶνται ἢ ὡρονόμῳ τετράγωνοι
  19. ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ
  20. παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται.
  21. δμῶες δʼ αὖτʼ ἐγένοντο, καὶ ὁππότε φάεα δοῖο