Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐκ Κυθέρης ἢ ληνὸς ἀμάρτυρος, ἀλγινόεσσα
  2. πάγχυ πέλει γενέθλη προτέρου τητωμένη ὄλβου.
  3. Παῦρα μὲν ἐκ πολέων ἀμφὶς πενίης τάδε λυγρῆς
  4. 60
  5. ἤεισʼ· αὐτὰρ νῦν δμώων γενέθλης πέρι λέξω
  6. πῶς κε διακρίνειεν ἀνὴρ τάδε θέσφατα εἰδώς.
  7. εὖτε Σεληναίης καὶ Κύπριδος ἀστέρες αἰνοὶ
  8. Φαίνων καὶ Πυρόεις ἀμφοῖν καθυπέρτεροι εἶεν,
  9. δμῶες καὶ δμώων τοκέων τοίγʼ ἐξεγένοντο.
  10. εἰ δʼ Ἀφροδίτην μὲν Φαίνων καὶ Ἄρης καθορῷεν,
  11. Μήνῃ δʼ οὖ Φαέθων τε Κρόνος τʼ ἐπιμάρτυροι εἶεν,
  12. δουλοσύνην προφυγόντες ἐλεύθερον ἦμαρ ἴδοιεν.
  13. ἦμος δʼ Ἠέλιον Φαίνοντά τε πυρφόρος Ἄρης,
  14. Κύπριν δʼ αὖτε Κρόνος κρυεραῖς ἀκτῖσιν ὁρῴη,
  15. ἐκ δμώων γεγαῶτας ἑοῖς ἰσοῦσιν ἄναξιν.
  16. εἰ δὲ Κρόνῳ μὲν ἰδʼ Ἠελίῳ μάρτυς πέλοι Ἄρης,
  17. Ζεὺς δὲ Σεληναίῃ τε καὶ Ἀφρογενεῖ, θεράποντος
  18. πατρὸς ὁ φὺς ἔσεται, μήτηρ δέ τʼ ἐλευθέρη αὐτῷ.
  19. ὁππότε δʼ οὖ κερόεσσα Σεληναίη ὑπόγειον
  20. ἢ δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος
  21. ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος