Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τώς δʼ ἀστὴρ παρεὼν ῥέζει σφετέροιο κατʼ οἴκου,
  2. ἐς λίβʼ ὅτ ἄν δυτικῷ κέντρῳ κατόπισθʼ ἐπιδύνῃ·
  3. καὶ δʼ ἄρα καὶ κλήροιο τύχης μεδέων ἀπάμερσεν
  4. ὄλβον, ὅτʼ αὐτὸς ἔοι κέντρου βαίνων προπάροιθεν.
  5. πρὸς δὲ μεσουρανέοντες ὁμοῦ Φαίνων τε καὶ Ἄργς
  6. κλῆ'ον ἢ οὐκ ὤπασσαν ἢ οὖ δόντες γʼ ἀπάμερσαν·
  7. ὣς δὲ καὶ εἰ τόδε κέντρον ἀπὸ πλευρῆς τετραγώνου
  8. ἢ διάμετροι ὁρῷεν, ἄφνω ἀπενόσφισαν ὄλβον.
  9. ἐν πενίῃ δὲ μογεῦσι καὶ ὅσσοις φ ῶτα δύʼ ὥρην
  10. μὴ λεύσσῃ, πάμπαν δέ τʼ ἀπόστροφον οἶμον ὁδεύῃ.
  11. εἰ δʼ ἄρα δὴ Μήνην δεκατεύωσʼ ἀστέρες ἄμφω
  12. Ἄρεος ἠδὲ Κρόνοιο, Διὸς δέ τʼ ἀπόστροφος ἀστὴρ
  13. εἴη, ὀιζυροὶ καὶ ἀχρήμονες ἐξεγένοντο·
  14. ἔξοχα δʼ εἰ καὶ ζῶον ἐπαντέλλον μετόπισθεν
  15. 59
  16. Μήνης εκ Ζηνὸς κενεὸν καὶ ἀμάρτυρον εἴη·
  17. δευόμενοι βιότου γὰρ ἀγείρουσιν κατὰ ἄστυ.
  18. εἰ δὲ Διὸς μὲν ὁρῷτο, μέσου Ὑοερίονος, αἴγλη,
  19. κέντρον δʼ ἀμφὶς ἔχωσι τόδε Κρόνος ἠδὲ καὶ Ἀρης,
  20. ὃο μὲν ὑπερτέλλων, Ἄρης δέ τʼ ὄπισθε διώκων,
  21. ὄλβου καὶ κτεάνων οἶκον πλήθοντα κένωσαν.