Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δαίμονι δʼ ἐν λυγρῷ Μήνης προπάροιθεν ἐούσης,
  2. καὶ κέντρου Τιτῆνος ἀποκλινέος τελέθοντος,
  3. ζωὴν μέν τʼ ἴσχουσʼ, ἀτὰρ ἔκθετοι ἐκ πατρὸς σἴκων.
  4. ὁππότε δʼ οὖ Μήνης μὲν ἔχῃ συναφὴν Κρόνος αἰνός,
  5. ἀντιπέρην δʼ αὐτοῦ Πυρόεις αὐγῇσι βάλῃσιν,
  6. μηδʼ ὅσσον Μήνην ἐπιδερκομένου Φαέθ θντος,
  7. ῥιφθέντες χώρης τηλοῦ κατʼ ἐρημάδος οἰκτρῶς
  8. δουλοσύνης θρεφθέντες ὀιζυρῆς ἀνέχονται.
  9. εἰ δὲ καθʼ ὡρονόμου μὲν ἔοι βεβαυῖα Σελήνη,
  10. τῇ δʼ ἄρʼ ἐπαντέλλῃ Ζεὺς ἑσπόμενος κατόπισθεν,
  11. 39
  12. Μήνην δʼ ἀκτῖσιν Φαίνων κατεναντία λεύσσῃ,
  13. καὶ Πυρ όεις ἑτέρωθεν ἄνω κέντρον καθορῴη,
  14. ἐς τόσσον ῥιφθὲν μίμνει χρόνον, εἰσόκε Μήνη
  15. ἐκπροφυγοῦσʼ ὀλοῶν αὐγὰς Φαέθοντι συνάψῃ.
  16. ὥρης δʼ οὖ Τιτῆνος ὑπὲρ βροτέης τροχάοντος
  17. αἰνοῦ τʼ ἐς δύσιν ἑλκομένου κατέναντα Κρόνοιο,
  18. καὶ δὲ Σεληναίης μετʼ ἀριγνώτου Φαέθοντος
  19. δείκηλον κατὰ ταὐτὸ καὶ οὐκ ἰσόμοιρα θεούσης,
  20. ἐξόπιθεν δʼ Ἄρεος σπομένου συναφήν τε Σελήνης
  21. δεχνυμένου, βρέφος ἐς τόσσον πατρώιον οἶκον