Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ σύμφωνος ὁρῆται ὑπὸ Στίλβοντι Σελήνη,
  2. αἰόλα δαιδάλλοντας ἑαῖς χείρεσσιν ἔφηναν
  3. ἐκ πριστοῦ ἐλέφαντος ἢ ἐκ Λύγδοιο φαεινῆς
  4. εὐτήκτου τʼ ἀπὸ κηροῦ ἐυξεσταῖς σανίδεσσιν
  5. μορφὰς μιμηλῇσι χαρασσομένους γραφίδεσσιν.
  6. μέσσῳ δʼ ἐν κέντρῳ Θοῦρος σφετέροιο κατʼ οἴκου
  7. Ἑρμῇ ὁμοτροχάων τέχνας ὤπασσε βαναύσους.
  8. εὖτε Σεληναίη δὲ μεσουρανίου ἀπὸ κέντρου
  9. κλίνῃ, ἀτὰρ Φαίνων τε καὶ Ἄρης κέντρῳ ἐπῶσιν,
  10. τῆμος ὅσοι φῦσαν, νεκυοστόλοι ἐξεγένοντο,
  11. ἡ φρουροὶ νεκύων τύμβοις ἔνι ναιετάοντες.
  12. εἰ δὲ γυναικὸς ἔῃ γενέθλη, τοῖσιν δὲ συνείη
  13. Ἀφρογενής, τεγέεσσιν ἐφήμεναι αἴσχεα δρῶσιν.
  14. ὁππότε δʼ ὡρονομῇ Στίλ βων ζῶον κατὰ θῆλυ,
  15. δεικήλῳ δʼ ἐνὶ θηλυτέρῳ καὶ Μήνη ἐπείη,
  16. ὡρονόμῳ δὲ Κρόνος τε καὶ Ἄρης ὁππότε.  κέντρῳ
  17. 55
  18. αἰπυτάτῳ ἐφέπωνται, ὀιζυροὶ γεγάασιν
  19. φῶτες· Δινδυμίῃ γὰρ ἀγείροντες κατὰ δήμους
  20. καὶ πόλιας πλάζονται ὁμοῦ ῥόπτροις τε καὶ αὐλοῖς,
  21. χερσὶν ἑαῖς κόψαντες ἄφνω τεκνοσπόρον αἰδῶ.