Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν,
- πρὸς δʼ ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις,
- ὄργανα θέσκελʼ ἑαῖς πολυμηχανίῃσι τελοῦντας.
- Zηνὸς δʼ ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος
- ἤν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν
- ἐμπορίῃ νηός θʼ ἡγήτορα ποντοπόροιο.
- εἰ δʼ Ἑρμῆν λεύσειε Κρόνος σφετέροις ἐν ὅροισιν
- αὐτὸς ἐὼν ἢ ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν
- γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν
- μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας.
- ξυνὴν δʼ ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρη τε
- καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας
- θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας.
- ἀλλήλωνδʼ ἐπιβάντες ὅροις Φαίνων Πυρόειςτε
- δείκηλον κατὰ ταὐτὸν ἢ ἀντιπέρην βεβαῶτες
- θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν
- ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν,
- ἢ θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς.
- εἰ δʼ Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατʼ αὐτὸ
- ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας,