Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. γαστέρας ἀμπτύξαντες ἰδʼ ἔγκατα πάντʼ ἀφύσαντες
  2. χρίουσιν κέδρου κυαναυγέος ἔνδοθι πίσσῃ,
  3. ἢ τοίγʼ εὐχανδεῖ χαλκῷ κοίλοις τε λέβησιν
  4. πυθομένοις μέλδουσιν ἅμ ἰχθύσιν οὐλοὸν ἅλμην.
  5. ἦμος δʼ Ἑρμείαο δόμοις καλὴ Κυθέρεια
  6. σύν τʼ αὐτῷ Στίλβοντι φαείνητʼ, ἠέ θʼ ὅροισιν
  7. ἀλλήλων βεβαῶτες ἐναλλάγδην φορέοιντο,
  8. θείῃσιν σοφίῃσι κεκασμένοι ἐξεγένοντο
  9. ἀνέρες· ἢ γὰρ μέτραμακρῆς χθονὸς ἐξεδάησαν
  10. ᾗσιν ἐπιφροσύνῃσιν, ἢ ἀρθέντες πραπίδεσσιν
  11. ἀθανάτων ἔργων φύσιος πέρι μητιόωσιν.
  12. εἰ δʼ ἄρα καὶ Φαίνων τούσδʼ ἀκτίνεσσιν ὁρῴη,
  13. μάντιες ἀστρονόμοι τʼ οἰωνοπόλοι τʼ ἐγένοντο
  14. ἐκ σπλάγχνων τε βροτοῖς θυέων τʼ ἄπο θεσπίζοντες,
  15. 53
  16. ἢ μάγοι ἀρρήτοισι θεοὺς καλέοντες ἀοιδαῖς.
  17. εἰ δʼ Ἑρμῆς μὲν ὅροις Ζηνὸς πέλοι, ἔμπαλι δʼ Ἑρμοῦ
  18. κεῖνος, ἰδ’ ἀλλήλους φιλίαις ἀκτῖσιν ὁρῷεν,
  19. παίδων ἡγητῆρας ἀγακληεῖς τʼ ἐτέλεσσαν
  20. ῥητῆρας μύθων σοφίῃσί τε πάμπαν ἀρίστους.
  21. ὣς δὲ καί, ἢν ὥρης μὲν ἔχῃ κέντρον σοφὸς Ἑρμῆς,