Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- δαίδαλά τʼ ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος·
- ζώοις δʼ ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί,
- εἰνοδίην κόπρον τε καὶ ὄνθον δηθὰ φέροντες,
- κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες·
- εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη
- τετραπόδων ζώων κείνων ὀδὸν ἐξανυόντων,
- ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν
- αὐτοὶ ἐφεστηῶτες ἐυκτέανοι τελέθουσιν.
- ταῦτα δʼ ἄρʼ ἀμφιέπουσι καὶ ἢν κλίνωσʼ ἀπὸ κέντρων
- ἀστέρες, ἀλλ’ ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι.
- Τιτὰν δʼ οὖ Πυρόεις τε δεδορκότες Ἀφρογένειαν
- ἱστουργοὺς τεύχουσιν ἐυννήτοισι μίτοισιν
- φάρεά θʼ ὑφανόωντας, ἢ οὖ ῥυπόεντα πλυνοῖσιν
- εἵματα καλλύνοντας, ἢ ἰσχαλέαις βελόνῃσιν
- ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας.
- ἢν δὲ Κρόν ον Στίλβων ἐσίδῃ σὺθ Ζηνὶ βεβῶτα,
- ἀθανάτων ζακόρους σηκῶν θʼ ἀγίων ἱερῆας
- τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπʼ ὀμφῆς.
- σὺν δʼ Ἄρηι Κύπρις καὶ ἅμʼ Ἡελίῳ παρεοῦσα
- αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας.