Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὄργανα δαιδάλλοντας ἰδʼ αἰόλα μηχανόωντας
  2. ἄλλα τε θαυματόεντʼ ἔργʼ οὐκ ἐπιεικτὰ βροτοῖσιν
  3. τεύχοντας ῥέζει, καί σφιν κλέος ἐσθλὸν ὀπηδεῖ
  4. πρήξιος ἐκ τοίης φιλίη τʼ ἀγανῶν βασιλήων.
  5. τοίην δʼ ἢν συναφὴν Μήνης Φαίνων τε καὶ Ἄρης
  6. δέρκωντʼ, ἐσθλοδόται δέ τʼ ἀπόστροφοι ἰνδάλλωνται,
  7. ποιμένας ἀγρονόμους τε βοῶν ἀγέλας ἐλάοντας,
  8. ἵππων τʼ ὠκυπόδων σημάντορας, ἠὲ συφορβούς,
  9. οὓς δʼ ἄρα πενθαλέων τύμβων θῆκαν πυλαωρούς.
  10. ὁππότε δʼ αὖ κέντρῳ μεσάτῳ Θοῦρος μὲν ἐπείη,
  11. Φαίνων δʼ ἕσπηται, τῆμος μάλα μοχθίζοοντες
  12. ἀνέρες ἐξεγένοντο, πικρὴν ὀτλεῦντες ὀιζύν.
  13. ὁπποίην δὲ δύην βιότου κείνων λάχʼ ἕκαστος,
  14. ζώ διά τοι κρίνει, τοῖς ἀστέρες ἐμβεβάασιν·
  15. 51
  16. ἐν μὲν τετρ απόδεσσʼ ἐχυρῶν δωμήτορας οἴκων
  17. λαοτόμους τʼ ἔρδουσιν ὑπὲρ νώτων φορέοντας
  18. ἄχθεα καὶ λᾶας βριαρούς, ποτὲ δʼ ἐκτελέουσιν
  19. ἔργων τεκτοσύνης στάθμης τʼ ἐπιίστορας ἄνδρας·
  20. ἐν δʼ ἄρα χερσαίοισι λιθοξόοι ἐξεγένοντο
  21. ἠδέ τʼ ἀγάλματα καλὰ τέχναις τεύχοντες ἑῇσιν