Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἐς λίβα δερκόμενος Πυρόεις, ἰαίνων δʼ ὑπόγειος.
- ἢν περ μὴ Φαέθοντος ὑπʼ ἀκτίνεσσιν ὁρῶνται,
- δηναιὸν μόχθοισιν ὑπʼ ἀλγεινοῖς μογέοντας
- τεύχουσʼ, ἀχθοφόρων ζώων βίοτον τελέοντας.
- ἐν δέ τʼ ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ
- αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι
- ἐν χοάνοις χρυσόν τε καὶ ἄργυρον αἰγλήεντα
- τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας
- σήματος· εἰ δέ κε τοῖσι καὶ Ἐέλιος συνέπηται,
- ἀσσοτέρας μαλεροῖο πυρὸς τέχνας μογέουσιν,
- χαλκὸν μαλθάσσοντες ἰδʼ ἠερόεντα μόλυβδον,
- ἄκμοσί τʼ ἐξέλκοντες ἔτι ζείοντα σίδηρον.
- εἰ δʼ ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη,
- ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει.
- αὐτὸν δʼ εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν,
- ἤν καὶ ἄμʼ Ἑρμείῃ τε καὶ ἄλλοις Κύπρις ὁρῆται,
- ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο.
- εἰ δʼ ἄρʼ ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι,
- ἤν περ ἅμʼ Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια
- φαίνηται, καὶ Ζηνὸς ὑπʼ ἀκτίνεσσιν ὁρῷτο,
50