Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δῶκε τέκνων γενεήν· Ἐρμῇ δʼ ἅμα νόσφισε παίδων.
  2. ἤν δὲ Κύπρις μὲν ἔῃ ζώῳ Κρόνου, αὐτὰρ ὅγʼ οἴκῳ
  3. 45
  4. ἔμπαλι Κυπρογενοῦς, παίδων γενεὴν τότʼ ἀφαιρεῖ.
  5. εἰ δʼ ἔτι καὶ Πυρόεις Παφίην ἀκτῖσιν ὁρῴη,
  6. ὠμοτόκοις ὠδῖσι γονὴν ἔρραισαν σπασαν.
  7. εἰ δὲ μεσουρανίῳ ζώῳ κενεῷ γεγαῶτι
  8. Τιτὰν καὶ Πυρόεις ἄμφω κατόπισθεν ἕπωνται,
  9. χῆρον ἀεὶ τεύχουσι δόμον γλυκερῶν ἀπὸ τέκνων.
  10. ὅσσαι δὲ Στίλβοντι καὶ Ἠελίῳ ἅμα Μήνην
  11. ἐν ζώῳ ἴσχουσι μεσουρανέοντι δισώμῳ,
  12. νηδύος εἴσω σπέρμα γονῆς διδύμοιο λάβοντο.
  13. εἰ δὲ δυσὶν σελάεσσιν ὁμοῦ πάλιν ἀστέρες εἶεν
  14. καλοί, ἰδʼ ἐν ζώοις δισσοῖς παρεόντες ὁρῷντο,
  15. καὶ δὲ καὶ ὡρονόμος ζώῳ φαίνοιτο δισώμῳ,
  16. τῆμος ἀδελφειοὶ παιδὸς δίδυμοι προγένοντο.
  17. εἰ δὲ πολυσπέρμοισιν ὁμοῦ ζώοισιν ἐπεῖεν
  18. ἀστέρες ἐσθλοδόται, παίδων πληθύν χαρίσαντο.
  19. οἱ δ ὀλοοί, κἢν δῶσι γονὴν τεκέων μερόπεσσιν,
  20. ἢ πάλιν ἂψ ἀφέλοντʼ ἢ ἀνάρσια θέντο τοκεῦσιν.
  21. Ἀμφί γε μὴν τεκέων γενεῆς ἄλις· ἦ γὰρ ἐχέφρων