Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀνδρῶν φαίνηται· δίχα γὰρ νόον αἰὲν ἔχουσιν.
  2. Ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο
  3. σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι·
  4. τῷ καὶ ἐγώ τρέψω ἑτέρην κατʼ ἀταρπὸν ἀοιδὴν
  5. ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ ἀστέρες αἰεὶ
  6. ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν.
  7. ὅσσοι δὴ χθονίῳ τε καὶ αἰπυτάτῳ περὶ κέντρῳ
  8. ἀστέρας εὐερ γοὺς φῶτες βεβαῶτας ἔχουσιν,
  9. οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν,
  10. ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται,
  11. ἢ κέντροις τούτοισι φέρουσ ἐπιμάρτυρον αἴγλην.
  12. παῖδας δʼ ἑσ θλοδόται κέντρων καὶ ὄπισθ’ ἐπιόντες
  13. δῶκαν ἀεὶ δισσούς, εὖτ’ ἂν ζώοισι δισώμοις
  14. φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ ἂν ἐπῶσιν
  15. τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν,
  16. ἔξοχα δʼ εἴ κ’ ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν.
  17. ὣς δʼ αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ
  18. ἠέ θʼ ὑποχθονίῳ Φἰαίνων καὶ Ἄρης ἐπιόντες
  19. δυστεκνίην ἢ πάμπαν ἀπαιδίην ἐπέκλωσαν.
  20. ἀλλʼ Ἄρης σὺν Μήνῃ ἰδʼ Ἀφρογενεῖ πάλι φαίνων