Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν,
  2. ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε
  3. ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων.
  4. καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν·
  5. ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους
  6. δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει·
  7. καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις
  8. ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν,
  9. ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν.
  10. Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας
  11. καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν·
  12. 24
  13. πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν
  14. πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν
  15. θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ
  16. ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται.
  17. ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ·
  18. ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν
  19. πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν
  20. παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ
  21. εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός.