Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἔξοχα δʼ αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον
- σχῆμα πέλει φαύλοις τε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν.
- εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη
- ἄμφω φάεα καλά, τὸ δʼ αὖ πολύ φέρτατόν ἐστιν.
- πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι
- ἄρσεσι μὲν Τιτῆνʼ, ἐν θηλυτέροισι δὲ Μήνην·
- προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο,
- ἔργα τε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν.
- εἰ δέ τʼ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγεʼ ὁρῷτο,
- ὠμούς, ἀστεμφεῖς, ἡδ’ ἀτρέπτους ἐσίδοιο
- γεινομένους, οὐδʼ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις.
- ὅσσοι δʼ οὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ
- ἴσχουσʼ Ἠέλιον, τοῖσιν δʼ ἄρα πρήξιες ἔργων
- ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων·
- αὐτοὶ δʼ ἀπρόκοποι, πάμπαν τʼ ἐπαρίστεροι ἄνδρες.
- θήλεσι δʼ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα
- δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας ---
- θηλύτεροι πραπίσιν, βιότῳ δʼ ἔνι πάμπαν ἄπρηκτοι,
- ἀλλοτρίης γαίης καὶ ἀλητύος ἰμείροντες.
- ἀλλὰ τόδʼ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γνναιξίν·
34