Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- οἱ δʼ ἄρʼ ἀπʼ ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν,
- κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο,
- ἄλλοι δʼ οὖ κόσμων ἐπιίστορες ἢ διὰ γραπτῶν
- ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖς τʼ ἐγένοντο,
- οἱ δʼ ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃ τε
- πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν.
- εἰ δʼ ἄρα τούσδε Κ ρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ,
- πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν.
- εἰ δʼ Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυ θερείῃ,
- ὑβρισταὶ λεχέων τε καὶ ἀλλοτρίων ὑμεναίων
- γίνονται, ἀναφανδὰ μάλʼ ἐκτόλμως τάδε δρῶντες·
- καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν,
- ῥηιδίως φιλότηθʼ ἑτέροις κυθέρης ὀρέγουσαι.
- εἴκελα καὶ δʼ ἄλλαις ἐπιμαρτυ ρίαις τελέουσιν.
- εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σύν τοῖσδε φανείη,
- τῶν ἕνεκεν κρίσιές τε μάχαι τʼ ἀγορῇσι πέλονται·
- οἱ δ καὶ αἴσχρ ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν
- ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί.
- ἢν δʼ Ἑρμῇ τετράγωνος ἢ ἀντίος ἢ κατὰ χώρην
- τ ὴν αὐτ ὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη·