Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν.
- ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες,
- ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης,
- ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα.
- νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα,
- ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες,
- καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω.
- Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς
- ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,
- ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,
- τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει
- ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν
- ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,
- Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι
- καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο
- κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ
- τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.
- ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον
- μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν,
- εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν.
21