Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο,
  2. καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα.
  3. αὐτὰρ ἰσημ ἐρινόν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ
  4. ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο,
  5. κεῖθεν δʼ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους,
  6. καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος,
  7. Ὕδρης θʼ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον,
  8. ἐξῆς δʼ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς
  9. Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα
  10. Σκορπίου, ἰγνύας τε διακρίνοντʼ Ὀφιούχου,
  11. καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου,
  12. μέσσον τʼ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα.
  13. χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος
  14. σκέπτεο πὰρ μέσσοιο διεκπερόωντʼ ἐπὶ γοῦνα
  15. ἀμφότερ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο
  16. οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα
  17. νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς
  18. ποντοπόρου τέμνοντα διʼ αἰθέρος ἄκρα κόρυμβα,
  19. Κενταύρου τʼ ὤμους νοτίους, κέντρον τʼ ὀλοοῖο
  20. Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τξευτῆρος.