Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·
  2. τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·
  3. ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,
  4. ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.
  5. Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν
  6. δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·
  7. ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,
  8. ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,
  9. ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.
  10. Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν
  11. ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·
  12. ἑζομένους δʼ ὤπασσε βίους ---
  13. --- μάλα δʼ ἡῴῃσιν ἀνάσσων [*](434) ἀνέρας ἀφνειοὺς |
  14. ποίησε πόλει παναγήτους [*](433) ---
  15. πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.
  16. Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες
  17. ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο
  18. φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα
  19. ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε
  20. θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.