Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι
  2. ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω
  3. καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά.
  4. τῷ μάλα χρὴ σκέπτεσθʼ, ὁπόσοι σφετέροισι δόμοισιν
  5. ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται·
  6. εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι,
  7. μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν.
  8. Ἀλλὰ καὶ ἀλλήλων ὅσ ἀμειβόμενοι κλυτοφεγγεῖς
  9. οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι.
  10. Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεος ἄνδρας
  11. τεύχει, καὶ βασιλεῦσιν ἰδʼ αὖθ’ ἑτάροισιν ἀνάκτων
  12. ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν
  13. πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν,
  14. χρήματά τʼ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν·
  15. πολλάκι δʼ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι
  16. δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν.
  17. Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει
  18. εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου
  19. φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας,
  20. ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας,