Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τὸν δʼ ἄρα δὴ νότιον, μεθʼ ὃν οὐκέτι φέγγος ὁρᾶται
  2. ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται,
  3. ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει,
  4. 7
  5. πηδάλιόν τε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα
  6. Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτʼ ἀν ἀστράσιν Ἀργώ.
  7. οἱ δὲ δύω, τοίπερ τε πόλῳ διαπειραίνονται,
  8. ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον,
  9. πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ·
  10. ὃς μὲν γάρ θʼὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται
  11. ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο
  12. κρίνων καὶ θνητοῖσιν ἄγῶν βαιὴν λύσιν ἔργων·
  13. ὃς δὲ περιστρέφεται πύματον πόντον τε καὶ αἶαν
  14. φαίνων ἀντολίας, δύσιάς θʼ ὑπὸ βένθεσι κεύθων,
  15. ὅς ῥά θʼ Ὁρίζων κύκλος ὑπ’ ἀνθρώπωνπεφάτισται,
  16. οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν.
  17. ὁλκὸς δʼ αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται
  18. λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν·
  19. γυροῦται δʼ ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο
  20. ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης,
  21. πὰρ κεφαλὴν Κηφῆος· ὁ δʼ Ὄρνιθος πτερὰ τέμνει,