Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Πάντοτε μὲν κόσμοιο κατʼ αἰθέρα κοιρανέοντες
  2. Ἠέλιος Μήνη τε διηνεκὲς ὦκα φέρονται.
  3. ἄστρα δʼ ἄρʼ ἤλιθα μυρίʼ ἀν’ οὐρανῷ ἐστήρικται
  4. μαρμαίροντ’ ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς
  5. αἰθύσσοντʼ, ὥσθʼ ὅσσον ὑπʼ ὄμμασιν αὐγάζεσθαι,
  6. πολλοὶ δʼ αὖτʼ αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν
  7. ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν
  8. φαίνειν, εὖτ’ ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ·
  9. καὶ μὴν δὴ τάδε πάντα διʼ αἰθέρος αἰὲν ἄρηρεν
  10. ἀπλανέʼ ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται,
  11. ἐλκόμεν ἀντολίηθεν ἐφʼ ἑσπερίην δύσιν αἰεί,
  12. παῦῤ ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς,
  13. αὕτως δὲ πλέονα σποράδην πεφορημένʼ ὕπερθεν.
  14. 4
  15. πέντε δʼ ἄῤ ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου
  16. Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον
  17. καὶ δείκηλʼ, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας,
  18. τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομʼ ἀοιδῇ.
  19. Μακρὸς δʼ αὖ διὰ μέσου ἐλήλαται οὐρανοῦ ἄξων,
  20. ἀστεμφὴς, ὅσσοισιν ὁρωμένῳ ἀπροτίοπτος,
  21. ὅς περὶ πᾶν γαίης τε καὶ ἀτρυγέτου διὰ πόντου