Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. οὗτοι γὰρ καὶ νυκτὸς ἀγρυπνητῆρες ἐόντες
  2. νύκτα μὲν ἐργάζονται, ἐν ἤματι δʼ ὑπνώουσιν.
  3. πάντοτε νυκτερινοῖσι μεσουρανέων Κρόνος αἰνὸς
  4. ῥέζει κηπουροὺς ἡδʼ ἀργαλέους ὑδραγωγούς,
  5. ῥέζει δʼ ὑδροφόρους πολυπήμονας, οἵθ’ ὑπὸ γαίης
  6. κευθμῶνας δύνουσιν ἀεικέος εἵνεκα μισθοῦ,
  7. ἢ πανύγροισι τόποισι παρήμενοι ἐργάζονται,
  8. μήποτε τῶν ἴδιόν τι κτώμενοι ἐκ καμάτων γε.
  9. [*](E)[*](14)
  10. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην
  11. ἐμμανέας τεύχει τʼ ἠδὲ φρενοβλαβέας.
  12. [*](A)[*](15)
  13. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην,
  14. κεντρωθεὶς δʼ αὐτοῖς κατʼ ἐναντίον ὡρονόμοιο,
  15. καὶ φρένας ἠλλοίωσε, παρέπλαγξεν δὲ νόημα·
  16. εἰ δὲ ῥοπῆς μὴ μοῖρα τύχῃ, καθέτου δʼ ἀποκλίνῃ,
  17. ἐσκότισεν μούνῳ κλεψίφρονι ῥεύματι κείνους·
  18. ἔσθʼ ὅτε σωφρονέουσι, καὶ ἔσθʼ ὅτε μαργαίνουσιν.
  19. [*](16)
  20. Πάντας ἀπʼ Ἠελίοιο φυγεῖν καλόν, ἀλλʼ οὐκ Ἄρην·
  21. νικᾶται γὰρ Ἄπρης ὑπὸ αὐγαῖς Ἠελίοιο.
  22. [*](E)[*](17)
  23. Νικᾶται δʼ Ἄρης αὐγῇσιν ὕπʼ Ἠελίοιο, [*](114) καὶ προτέρην κακίην ἔσβεσεν Ἠέλιος.
  24. [*](E)[*](18)
  25. Αίδεῖται δʼ Ἄρης καθορῶν φάος Ἠελίοιο, οὐδʼ ἔτι τὴν προτέρην ἔσχε κακοφροσύνην.