Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόν τε. [*](A)[*](10)
- Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες
- ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας,
- ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται,
- Ἐρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις. [*](A)[*](11)
- Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτʼ ἂν ὦσιν ἂνακτες,
- ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα,
- καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς
- πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην. [*](70)
- Ἑρμείας Φαέθων τε μεσουρανέοντες ἔθηκαν
- ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε,
- καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας
- καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι
- εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν. [*](E)[*](12)
- Πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης
- τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει· [*](A 13— — — — — —)
- ἤτοι λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς.
- Ἠέλιος δʼ ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας
- ῥέζει χαλκοτύπους, ἢ φυσητὰς ὑέλοιο,
- ἢ βαφέας μογερούς, ἢ κλιβανέας σκοτοεργούς·
88