Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δὲ Κρόνου μέσση τε καὶ Ἄρεος ᾖ Ἀφροδίτη,
  2. καὶ Μήνην λεύσσωσι καὶ Ἑρμείαν τετράγωνον,
  3. δρῶσιν φοιβητὰς ἢ μάντιας, οἵθʼ ἱεροῖσιν
  4. ἑζόμενοι ζώουσιν ὀνείρατα μυθίζοντες,
  5. οἱ δὲ καὶ ἐν κατοχῇσι θεῶν πεπεδημένοι αἰεὶ
  6. δεσμοῖσιν μὲν ἔδησαν ἐὸν δέμας ἀρρήκτοισιν, ---
  7. εἵματα μὲν ῥυπόωντα, τρίχες δʼ οὐρῇσιν ὅμοιαι
  8. ἵππων κηροπαγεῖς οὖλαι πληροῦσι κάρηνον·
  9. οἱ δὲ καὶ ἀμφιτόμοισι σιδηρείοις πελέκεσσιν
  10. ἔνθεα λυσσώοντες ἑὸν δέμας αἱμάσσουσιν.
  11. πλησιφαὴς δʼ Ἄρηι συναντήσασα Σελήνη,
  12. Ζηνὸς ἄτερ Κύπριδός τε, κακὴ κατὰ πάντα τέτυκται·
  13. βλάπτει μὲν βίοτον καὶ πλούσιον ἄνδρα πένητα
  14. ῥηιδίως ἔρρεξε, μινυνθάδιόν τε χρόνοισιν
  15. ἐξαπίνης ἀπόλεσσε βίῃ κακοεργέι Μοίρης.
  16. Ἄρεος ἠδὲ Κρόνοιο μέσην δείμαινε Σελήνην,
  17. οὕνεκεν ἀργαλέη πέλεται μογερῇσι τεκούσαις·
  18. τρύχει γὰρ ταύτας κρυφίμων ἄπο· πολλάκι δʼ αὐτοὺς
  19. ὤλεσεν ἐν θανάτοισι βιαιοτάτοισι βαλοῦσα,
  20. ἁψαμένους βρόχον αἰνόν, ἢ ἀραμένους ξίφος ὀξύ,